ΠΟΙΗΤΙΚΑ ΚΕΙΜΕΝΑ ΤΩΝ ΥΜΝΩΝ
Μέρος Α΄ (CD 1).
Τὸ Ἀπολυτίκιον τῶν ἑορτῶν τοῦ τιμίου Σταυροῦ. Ἦχος α΄.
(Τό μέλος εκ των της παραδόσεως).
(Τό μέλος εκ των της παραδόσεως).
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Γ΄ ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ).
Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.
Τὸ Δοξαστικὸν τῶν Ἀποστίχων. Ἦχος δ'.
(Τό μέλος Χουρμουζίου Χαρτοφύλακος).
(Τό μέλος Χουρμουζίου Χαρτοφύλακος).
Ὁ συμμαχήσας Κύριε, τῷ πραοτάτῳ Δαυΐδ, ὑποτάξαι τὸν ἀλλόφυλον, τῷ πιστῷ ἡμῶν Βασιλεῖ συμπολέμησον, καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ, κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν· δεῖξον εὔσπλαγχνε εἰς ἡμᾶς τὰ ἀρχαῖα ἐλέη σου, καὶ γνώτωσαν ἀληθῶς, ὅτι σὺ εἶ Θεός, καὶ ἐν σοὶ πεποιθότες νικῶμεν, πρεσβευούσης συνήθως τῆς ἀχράντου σου Μητρός, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
ΕΝ Τῼ ΟΡΘΡῼ.
Αἱ Καταβασίαι.Ἦχος α'.
(Τό μέλος Μπαλασίου ιερέως, εξήγηση Σ. Καρά).
ᾨδὴ α΄.
Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῷ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδήν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.
ᾨδὴ γ΄.
Στερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως, μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς· μόνος γὰρ εἶ ἅγιος.
ᾨδὴ δ΄.
Ἐπὶ Σταυροῦ σε Δυνατέ, φωστὴρ ὁ μέγας κατιδών, τρόμῳ ἐπαρθεὶς τὰς ἀκτῖνας, συνέστειλεν, ἔκρυψε· πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν· καὶ γὰρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.
ΕΝ Τῼ ΟΡΘΡῼ.
Αἱ Καταβασίαι.Ἦχος α'.
(Τό μέλος Μπαλασίου ιερέως, εξήγηση Σ. Καρά).
ᾨδὴ α΄.
Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῷ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδήν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.
ᾨδὴ γ΄.
Στερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως, μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς· μόνος γὰρ εἶ ἅγιος.
ᾨδὴ δ΄.
Ἐπὶ Σταυροῦ σε Δυνατέ, φωστὴρ ὁ μέγας κατιδών, τρόμῳ ἐπαρθεὶς τὰς ἀκτῖνας, συνέστειλεν, ἔκρυψε· πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν· καὶ γὰρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.
ᾨδὴ ε΄.
Ὀρθρίζοντες σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου, εἰρήνην εὑράμενοι τῷ Σταυρῷ σου· δι οὗ ἀνεκαίνισας τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρὸς ἀνέσπερον ἄγων ἡμᾶς.
ᾨδὴ στ΄.
Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς, ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε, καὶ ἀνέθορε, σεσωσμένος τοῦ θηρός, τῇ δυνάμει σου Λόγε.
ᾨδὴ ζ΄.
Φλογώσεως ὁ παῖδας ῥυσάμενος, σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς· καὶ ἐν Σταυρῷ προσηλωθεὶς σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ᾨδὴ η΄.
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Χεῖρας ἐν τῷ λάκκῳ βληθεὶς τῶν λεόντων ποτέ, ὁ μέγας ἐν προφήταις, σταυροειδῶς ἐκπετάσας, Δανιὴλ ἀβλαβής, ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστόν, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄.
Ὦ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκί, σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν.
Ἐμμελὴς ἀπαγγελία στίχου: Γ. Ρεμοῦνδος.
Ἐμμελὴς ἀπαγγελία στίχου: Γ. Ρεμοῦνδος.
Εἰς τοὺς Αἴνους.
Στιχηρὰ Προσόμοια της Σταυροπροσκυνήσεως. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
(Το μέλος από τα Ειρμολόγια Π. Λαμπαδαρίου και Π. Βυζαντίου).
(Το μέλος από τα Ειρμολόγια Π. Λαμπαδαρίου και Π. Βυζαντίου).
Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν τίμιον, ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ πανσεβάσμιε, καθαγίασον ἡμῶν, τὰς ψυχὰς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους, τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.
Προσελθόντες ἀρύσατε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῇ χάριτι προερχόμενα, ἰδοὺ προκείμενον βλέποντες, τὸ Ξύλον τὸ ἅγιον, χαρισμάτων τὴν πηγήν, ἀρδομένην τῷ Αἵματι, καὶ τῷ ὕδατι, τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος, καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.
Τὸ Προκείμενον τοῦ Ἀποστόλου. Ἦχος πλ.β΄.
(Τό μέλος Σ. Καρά).
(Τό μέλος Σ. Καρά).
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Στίχ. α΄. Πρὸς σέ, Κύριε κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Στίχ. β΄. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ δέεσθαί με πρὸς Σέ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν Σου.
Ἐμμελὴς ἀπαγγελία στίχων: Γ. Ρισάνος, Δημ. Μαντζούρης.
Τῌ ΙΔ΄ΣΕΠΤΕΜΒΡΙΟΥ
Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.
Στιχηρὰ Προσόμοια. Ἦχος πλ.β΄τετράφωνος. Ὅλην ἀποθέμενοι.
(Το μέλος από τα Ειρμολόγια Π. Λαμπαδαρίου και Π. Βυζαντίου).
(Το μέλος από τα Ειρμολόγια Π. Λαμπαδαρίου και Π. Βυζαντίου).
Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν· ἐν αὐτῷ κτεὶνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι᾿ ὑπερβολὴν ἀγαθότητος· ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν.
Μωσῆς προετύπου σε, χεῖρας ἐκτείνας εἰς ὕψος, καὶ κατατροπούμενος, Ἀμαλὴκ τὸν τύραννον, Σταυρὲ τίμιε, τῶν πιστῶν καύχημα, Ἀθλητῶν στήριγμα, Ἀποστόλων ἐγκαλλώπισμα, Δικαίων πρόμαχε, πάντων τῶν Ὁσίων διάσωσμα· διό σε ἀνυψού¬μενον, βλέπουσα ἡ κτίσις εὐφραίνεται, καὶ πανηγυρίζει, δοξάζουσα Χριστὸν τὸν διὰ σοῦ, τὰ διεστῶτα συνάψαντα, ἄκρᾳ ἀγαθότητι.
Τὸ Δοξαστικὸν τῶν Στιχηρῶν. Ἦχος β΄.
(Τό μέλος Π. Λαμπαδαρίου).
(Τό μέλος Π. Λαμπαδαρίου).
Δεῦτε ἅπαντα τὰ ἔθνη, τὸ εὐλογημένον ξύλον προσκυνήσωμεν, δι᾿ οὗ γέγονεν ἡ αἰώνιος δικαιοσύνη· τὸν γὰρ προπάτορα Ἀδάμ, ὁ ἀπατήσας ἐν ξύλῳ, τῷ Σταυρῷ δελεάζεται· καὶ πίπτει κατενεχθεὶς πτῶμα ἐξαίσιον, ὁ τυραννίδι κρατήσας τοῦ βασιλείου πλάσματος, Αἵματι Θεοῦ, ὁ ἰὸς τοῦ ὄφεως ἀποπλύνεται· καὶ κατάρα λέλυται, καταδίκης δικαίας, ἀδίκῳ δίκῃ τοῦ δικαίου κατακριθέντος· ξύλῳ γὰρ ἔδει τὸ ξύλον ἰάσασθαι, καὶ πάθει τοῦ ἀπαθοῦς, τὰ ἐν ξύλῳ λῦσαι πάθη τοῦ κατακρίτου. Ἀλλὰ δόξα Χριστὲ Βασιλεῦ, τῇ περὶ ἡμᾶς σου φρικτῇ οἰκονομίᾳ, δι᾿ ἧς ἔσωσας πάντας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Εἰς τὰ Ἀπόστιχα.
Στιχηρὰ Προσόμοια. Ἦχος πλ.α΄τετράφωνος. Χαίροις ἀσκητικῶν.
(Το μέλος από τα Ειρμολόγια Π. Λαμπαδαρίου και Π. Βυζαντίου).
(Το μέλος από τα Ειρμολόγια Π. Λαμπαδαρίου και Π. Βυζαντίου).
Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα· δι᾿ οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται, καὶ κατεπόθη τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια. Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων, Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Χαίροις ὁ τοῦ Κυρίου Σταυρός, δι᾿ οὗ ἐλύθη τῆς ἀρᾶς τὸ ἀνθρώπινον, τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς, ἐν τῇ σῇ ὑψώσει πανσεβάσμιε· ἡμῶν ἡ βοήθεια, βασιλέων κραταίωμα, σθένος δικαίων, ἱερέων εὐπρέπεια· ὁ τυπούμενος, καὶ δεινῶν ἐκλυτρούμενος· ῥάβδος ἡ τῆς δυνάμεως, ὑφ᾿ ἧς ποιμαινόμεθα· ὅπλον εἰρήνης ἐν φόβῳ, ὃ περιέπουσιν Ἄγγελοι· Χριστοῦ θεία δόξα, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Τὸ Δοξαστικὸν τῶν Ἀποστίχων. Ἦχος πλ.δ΄.
(Τό μέλος Κων. Πρωτοψάλτου).
(Τό μέλος Κων. Πρωτοψάλτου).
Ὃνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα, παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε σὺν τῷ ληστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.
Μονοφωνάρης: Γ. Ρισάνος.
Αἱ Καταβασίαι τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Ἦχος πλ.δ΄.
(Τό μέλος Χρυσάφου του Νέου, εξήγηση Σ. Καρά).
ᾨδὴ α΄.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ' εὐθείας ῥάβδω, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν· ἐπ' εὕ¬ρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ᾨδὴ γ΄.
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθησε ξύλον Σταυροῦ εἰς κράτος καὶ στερέωμα.
ᾨδὴ δ΄.
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά σου τὴν θεότητα.
ᾨδὴ ε΄.
Ὤ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ᾨδὴ στ΄.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.
ᾨδὴ ζ΄.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄.
Εὐλογεῖτε, παῖδες τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄.
Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· διὸ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.