ΠΟΙΗΤΙΚΑ ΚΕΙΜΕΝΑ ΤΩΝ ΥΜΝΩΝ
Μέρος Β΄ (CD 2).
ΕΝ Τῼ ΟΡΘΡῼ.
Τὸ Ἐξαποστειλάριον της Υψώσεως.
Ἦχος β΄. Τῶν μαθητῶν ὁρώντων σε.
(Το μέλος εκ των της παραδόσεως).
(Το μέλος εκ των της παραδόσεως).
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας· Σταυρός, βασιλέων τὸ κραταίωμα· Σταυρός, πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
Μονοφωνάρης: π. Ἐλισσαῖος Κυνούσης.
Εἰς τοὺς Αἴνους.
Στιχηρὰ Προσόμοια της Υψώσεως. Ἦχος πλ.δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
(Το μέλος από τα Eιρμολόγια Π. Λαμπαδαρίου και Π. Βυζαντίου).
(Το μέλος από τα Eιρμολόγια Π. Λαμπαδαρίου και Π. Βυζαντίου).
Ὢ τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἰρόμενος, ἐμφανίζεται σήμερον· δοξολογοῦσι πάντα τὰ πέρατα· ἐκδειματοῦνται δαίμονες ἅπαντες, ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται! δι᾿ οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
Ὢ τοῦ παραδόξου θαύματος! ὡς βότρυν πλήρη ζωῆς, ὁ βαστάσας τὸν ὕψιστον, ἀπὸ γῆς ὑψούμενος, Σταυρὸς ὁρᾶται σήμερον· δι᾿ οὗ πρὸς Θεὸν πάντες εἱλκύσθημεν, καὶ κατεπόθη εἰς τέλος θάνατος. Ὢ ξύλον ἄχραντον! ὑφ᾿ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ, ἀθανάτου βρώσεως, Χριστὸν δοξάζοντες.
Τὸ Δοξαστικόν των Αίνων της Υψώσεως. Ἦχος πλ.β΄.
(Τό μέλος Θεοφάνους Βατοπαιδινού).
(Τό μέλος Θεοφάνους Βατοπαιδινού).
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Μονοφωνάρης: Ἰωάννης Ἀρβανίτης.
Αργή Δοξολογία. Ήχος Δ' (Άγια).
(Τό μέλος Ιακώβου Πρωτοψάλτου).
Δόξα σοι τῷ δείξαντι τὸ φῶς· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἡ Περισσή.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Μονοφωνάρης: Γ. Ρεμοῦνδος.
Στιχηρὰ Ἰδιόμελα ψαλλόμενα κατὰ τὴν προσκύνηση τοῦ τιμίου Σταυροῦ. Ἦχος πλ.α΄ & πλ. β'.
(Τα μέλη: Χαρ. Καρακατσάνη, το πρώτο, και Γ. Νικαέως, Άρχοντος Πρωτοψάλτου, το δεύτερο).
Ήχος πλ. α'.
Δεῦτε λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν· ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε· τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν· ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.
Ἦχος πλ.β΄.
Τῶν Προφητῶν αἱ φωναί, τὸ Ξύλον τὸ ἅγιον προκατήγγειλαν, δι᾿ οὗ τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ· ἡ κτίσις σήμερον, ὑψουμένου τούτου, συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ᾿ ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.
Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα. Ἦχος β΄.
(Αντί του Τρισαγίου Ύμνου. Το "Δύναμις σε μέλος Σίμωνος Καρά).
Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν. (γ΄).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.
Δύναμις. Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.
ΑΛΛΗΛΟΥΑΡΙΟΝ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΤΗΣ ΥΨΩΣΕΩΣ.
Ἦχος α΄τετράφωνος.
(Τό μέλος Σ. Καρά).
Στίχ. α΄: Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς.
Ἀλληλούϊα.
Στίχ. β΄: Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν
ἐν μέσῳ τῆς γῆς.
Ἀλληλούϊα.
Ἐμμελὴς ἀπαγγελία στίχων: Γ. Ρεμοῦνδος.
Τὸ Δοξαστικὸν τοῦ Πολυελέου διὰ τὰς ἑορτὰς τοῦ τιμίου Σταυροῦ. Ἦχος δ΄ (λέγετος).
(Το μέλος Γ. Ραιδεστηνού του Β').
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Λέγε (ὁ Χορός).
Σύ μου σκέπη κραταιὰ ὑπάρχεις, ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ· ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε.
Μονοφωνάρης: Γ. Ρεμοῦνδος.
Κράτημα. (Ὁ Χορός).
(Τό μέλος Θεοδ. Φωκαέως συντετμημένο παρά Γεωργίου Νικαέως, Άρχοντος Πρωτοψάλτου, ήχος ο αυτός).
Τὸ Ἀπολυτίκιον τοῦ τιμίου Σταυροῦ. Ἦχος α΄.
(Το αργό μέλος κατά την Αγιορείτικη παράδοση, και το σύντομο μέλος εκ των της παραδόσεως).
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα (δίς).
Τὸ Κοντάκιον του Τιμίου Σταυρού. Ἦχος δ΄ χρωματικός.
(Τό μέλος εκ των της παραδόσεως).
(Τό μέλος εκ των της παραδόσεως).
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.